Ancient Greek · ~1 min
Fragment 673
Aristotle, Fragmenta 673
Not analysed yet
ἐλθὼν δ' ἐς κλεινὸν Κεκροπίης δάπεδον εὐσεβέως σεμνῆς φιλίης ἱδρύσατο βωμὸν ἀνδρὸς ὃν οὐδ' αἰνεῖν τοῖσι κακοῖσι θέμις, ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς οἰκείωι τε βίωι καὶ μεθόδοισι λόγων ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίνεται ἀνήρ· οὐ νῦν δ' ἔστι λαβεῖν οὐδενὶ ταῦτά ποτε.