Ancient Greek
1.14 to 1.15
Aristotle, Magna Moralia 1.14-15
Not analysed yet
ὁ δὲ ὅρος λέγει ὅτι ἀγαθόν, ἐπιστήμη δέ γε οὐδὲ δύναμις οὐδεμία λέγει ὑπὲρ τοῦ τέλους τοῦ αὐτῆς ὅτι ἀγαθόν, ἀλλὰ τοῦτο μὲν ἄλλης δυνάμεώς ἐστι θεωρῆσαι (οὔτε γὰρ ὁ ἰατρὸς οὔτε ὁ οἰκοδόμος λέγει ὅτι ἀγαθὸν ἡ ὑγίεια οὐδὲ ἡ οἰκία, ἀλλʼ ὅτι ὃ μὲν ὑγίειαν ποιεῖ, καὶ ὡς ποιεῖ, ὃ δʼ οἰκίαν)· δῆλον τοίνυν ὅτι οὐδὲ τῇ πολιτικῇ ὑπὲρ τοῦ ἀμαθοῦ λεκτέον τοῦ κοινοῦ. μία γάρ ἐστιν καὶ αὐτὴ τῶν λοιπῶν ἐπιστημῶν· τοῦτο δὲ οὐδεμιᾶς ἦν λέγειν οὔτε δυνάμεως οὔτʼ ἔπιστήμης ὡς τέλος· οὐδʼ ἄρα τῆς πολιτικῆς ἐστιν τὸ ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λέγειν τοῦ κατὰ τὸν ὁρισμόν.