Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 1
Aristotle, Magna Moralia 1.16
Not analysed yet
ἀλλὰ μὴν οὐδὲ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ. διὰ τί; ὅτι ὅταν βουλώμεθα δεῖξαί [καί] τι τῶν μέρος ἀγαθῶν, ἢ τῷ ὁρισμῷ δείκνυμεν ὅτι ὁ αὐτὸς λόγος ἐφαρμόττει ἐπί τε τἀγαθὸν καὶ ἐπὶ τοῦτο ὃ ἂν βουλώμεθα δεῖξαι ὅτι ἀγαθόν, ἢ τῇ ἐπαγωγῇ, οἷον ὅταν θέλωμεν δεῖαι ὅτι ἡ μεγαλνψυχία ἐστὶν ἀγαθόν, φαμὲν ὅτι ἡ δικαιοσύνη ἀγαθὸν καὶ ἡ ἀνδρεία καὶ ἀπλῶς αἱ ἀρεταί, ἡ δὲ μεγαλοψυχία ἀρετή, ὥστε καὶ ἡ μεγαλοψυγία ἀγαθόν