Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 12
Aristotle, Magna Moralia 12.2
Not analysed yet
ἔστιν οὖν καθ᾿ ὃ πράττομεν ὄρεξις· ὀρέξεως δʼ ἐστὶν εἴδη τρία, ἐπιθυμία θυμὸς βούλησις. πρῶτον μὲν οὖν τὴν κατʼ ἐπιθυμίαν πρᾶξιν ἐπισκεπτέον, πότερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. [οἷον]τὸ μὲν οὖν ἀκούσιον οὐκ ἂν δόξειεν. διὰ τί καὶ πόθεν; ?ὅτι ὅσα μή ἑκόντες πράττομεν, ἀναγκαζόμενοι πράττομεν, ἐπὶ δὲ τοῖς ἐξ ἀνάγκης πραττομένοις πᾶσιν ἕπεται λύπη, τοῖς δὲ διʼ ἐπιθυμίαν πραττομένοις ἡδονὴ ἀκολουθεῖ, ὥστε οὑτωσί γε οὐκ ἂν εἴη τὰ διʼ ἐπιθυμίαν πραττόμενα ἀκούσια, ἀλλʼ ἑκούσια.