Ancient Greek · ~3 min
12.3 to 12.4
Aristotle, Magna Moralia 12.3-4
Not analysed yet
—ἀλλὰ πάλιν ἄλλος λόγος τις τούτῳ ἐναντιοῦται, ὁ ἐπὶ τῇ ἀκρασίᾳ. οὐθεὶς γάρ, φησί, πράττει ἑκὼν τὰ κακά, εἰδὼς ὅτι κακὰ ἐστίν· ἀλλὰ μήν, φησίν, ὅ γε ἀκρατὴς εἰδὼς ὅτι ταῦτα φαῦλά ἐστιν ὅμως πράπττει, καὶ κατʼ ἐπιθυμίαν γε πράττει· οὐκ ἄρα ἑκών· ἀναγκαζόμενος ἄρα. ἐνταῦθα πάλιν ὁ αὐτὸς λόγος ἀπαντήσεται. καὶ γὰρ εἰ κατʼ ἐπιθυμίαν, οὐκ ἐξ ἀνάγκης· τῇ γὰρ ἐπιθυμίᾳ ἡδονὴ ἀκολουθεῖ, τὰ δὲ δι᾿ ἡδονὴν οὐκ ἐξ ἀνάγκης. —καὶ ἄλλως τοῦτ᾿ ἂν γένοιτο δῆλον, ὅτι ὁ ἀκρατὴς ἑκὼν πράττει. οἱ μὲν γὰρ ἀδικοῦντες ἑκόντες ἀδικοῦσιν, οἱ δὲ ἀκρατεῖς ἄδικοι καὶ ἀδικοῦσιν· ὥστε ὁ ἀκρατὴς ἑκὼν ἂν πράττοι τὰ κατὰ τὴν ἀκρασίαν.