Ancient Greek · ~2 min
Β, Chapter 13
Aristotle, Magna Moralia 13.2-2
Not analysed yet
ἀλλʼ ὁρμῶσι μὲν ἅπαντες ἐπὶ τἀγαθά, καὶ οἴονται αὑτοῖς δεῖν μάλιστα ὑπάρχειν. τοῦτο δέ ἐστι μάλιστα φανερὸν ἐπὶ πλούτου καὶ ἀρχῆς. ὁ μὲν οὖν σπουδαῖος ἐκστήσεται τούτων ἄλλῳ, οὐχ ὡς οὐ προσῇκον αὑτῷ μάλιστα, ἀλλʼ ἂν ὁρᾷ ἄλλον δυνησόμενον μᾶλλον τούτοις αὑτοῦ χρῆσθαι· οἱ δʼ ἄλλοι τοῦτο οὐ ποιήσουσι διʼ ἄγνοιαν (οὐ γὰρ οἴονται κακῶς ἂν χρήσασθαι τοῖς τοιούτοις ἀγαθοῖς) ἢ διὰ φιλοτιμίαν τοῦ ἄρχειν.