Ancient Greek
13.3 to 13.4
Aristotle, Magna Moralia 13.3-2-4
Not analysed yet
ὁ δὲ σπουδαῖος οὐδέτερον τούτων πείσεται· διὸ οὐδὲ φίλαυτος κατά γε τὰ τοιαῦτα ἀγαθά. ἀλλʼ εἰ ἄρα, κατὰ τὸ καλόν. τούτου γὰρ μόνον ἄλλῳ οὐκ ἂν ἐκσταίη, τὰ δὲ συμφέροντα καὶ ἡδέα ἐκστήσεται. τὴν μὲν οὖν κατὰ τὸ καλὸν αἵρεσιν φίλαντος ἔσται· τὴν δὲ κατὰ τὸ συμφέρον καὶ καθʼ ἡδονὴν λεγομένην οὐκ ἔσται ὁ σπουδαῖος, ἀλλὰ ὁ φαῦλος.