Ancient Greek
Β, Chapter 15
Aristotle, Magna Moralia 15.4
Not analysed yet
ἔστι γὰρ καὶ τοιοῦτός τις λόγος ἐπὶ τοῦ θεοῦ λεγόμενος. ἐπεὶ γάρ, φησί, πάντα ἔχει τἀγαθὰ ὁ θεὸς καί ἐστιν αὐτάρκης τί ποιήσει; οὐ γὰρ καθευδήσει. θεάσεται δή τι, φησίν· τοῦτο γὰρ κάλλιστον καὶ οἰκειότατον τί οὖν θεάσεται; εἰ μὲν γὰρ ἄλλο τι θεάοεται, βέλτιον θεώσεταί τι αὑτοῦ. ἀλλὰ τοῦτʼ ἄτοπον, τὸ τοῦ θεοῦ ἄλλο τι εἶναι βέλτιον. αὐτὸς ἑαυτὸν ἂρα θεάσετα ἀλλʼ ἄτοπον· καὶ γὰρ ὁ ἄνθρωπος [ὃς] ἂν αὐτὸς ἑαυτὸν κατασκοπῆται, ὡς ἀναισθήτῳ ἐπιτιμῶμεν. ἄτοπος οὖν, φησίν, ὁ θεὸς ἔσται αὐτὸς ἑαυτὸν θεώμενος.