Ancient Greek · ~1 min
15.2 to 15.3
Aristotle, Magna Moralia 15.2-2-3
Not analysed yet
εἰ τοίνυν τούτων δεήσεται, ταῦτα δὲ μὴ ἐνδέχεται ἄνευ φιλίας, προσδέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας. ἡ μὲν οὖν ἐν τοῖς λόγοις εἰωθυῖα ὁμοιότης λαμβάνεσθαι ἐκ τοῦ θεοῦ οὔτʼ ἐκεῖ ὀρθῶς οὔτʼ ἂν ἐνταῦθα εἴη χρήσιμος· οὐ γὰρ εἰ ὁ θεός ἐστιν αὐτάρκης καὶ μηδενὸς δεῖται, διὰ τοῦτʼ οὐδʼ ἡμεῖς οὐδενὸς δεησόμεθα.