Ancient Greek · ~1 min
Β, Chapter 3
Aristotle, Magna Moralia 3.15
Not analysed yet
πότερον οὖν καὶ ἐπʼ ἀρετῆς οὕτως ἔχει, ὥστε ἐάν τινι δικαιοσύνη ἢ ἀνδρεία εἰς ὁπερβολὴν παραγένηται, χείρων ἔσται, ἢοὔ; 〈οὔ,〉φησίν. ἀλλ᾿ ἀπτὸ μὲν τῆς ἀρετῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα μεγέθους χείρους ποιήσει· τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.