Ancient Greek · ~2 min
Β, Chapter 3
Aristotle, Magna Moralia 3.16
Not analysed yet
ἢ τοῦτο οὐκ ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι· εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος· οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδʼ ἡ ἀρετή.