Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 31
Aristotle, Magna Moralia 31
Not analysed yet
φιλία δʼ ἐστὶν μεσότης κολακείας καὶ ἔχθρας, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους· ὁ μὲν γὰρ κόλαξ ἐστὶν ὁ πλείω τῶν προσηκόντων καὶ ὄντων προστιθείς, ὁ δὲ ἀπεχθητικὸς ἐχθρὸς καὶ τῶν ὑπαρχόντων περιαιρῶν. οὐδέτερος οὖν ὀρθῶς ἐπαινετὸς ἐστίν, ὁ δὲ φίλος ἀνὰ μέσον τούτων· οὔτε γὰρ πλείω τῶν ὑπαρχόντων προσθήσει, οὔτʼ ἐπαινέσει τὰ μὴ προσήκοντα, οὔτʼ αὖ πάλιν ἐλάττω ποιήσει, οὔτε πάντως ἐναντιώσεται παρὰ τὸ δοκοῦν αὑτῷ.