Ancient Greek · ~1 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.13
Not analysed yet
ἐπεὶ οὖν τὸ δίκαιόν ἐστιν ἐν τούτοις καὶ τοῖς εἰρημένοις ἔμπροσθεν, ἡ περὶ ταῦτα δικαιοσύνη ἂν εἴη τῇ ἕξει ὁρμὴν ἔχουσα μετὰ προαιρέσεως περὶ ταῦτα καὶ ἐν τούτοις. ἔστιν δὲ δίκαιον καὶ τὸ ἀντιπεπονθός, οὐ μέντοι γε ὡς οἱ Πυθαγόρειοι ἔλεγον. ἐκεῖνοι μὲν γὰρ ᾤοντο δίκαιον εἶναι, ἅ τις ἐποίησεν, ταῦτʼ ἀντιπταθεῖν·