Ancient Greek · ~3 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.14
Not analysed yet
τὸ δὲ τοιοῦτον οὐκ ἔστιν πρὸς ἅπαντας. οὐ γάρ ἐστι δίκαιον οἰκέτῃ πρὸς ἐλεύθερον ταὐτόν· ὁ οἰκέτης γὰρ ἐὰν πατάξῃ τὸν ἐλεύθερον, οὐκ ἔστιν δίκαιος ἀντιπληγῆναι, ἀλλὰ πολλάκις. καὶ τὸ ἀντιπεπονθὸς δὲ δίκαιόν ἐστιν ἐν τῷ ἀνάλογον. ὡς γὰρ ὁ ἐλεύθερος ἔχει πρὸς τὸν δοῦλον τῷ βελτίων εἶναι, οὕτως τὸ ἀντιποιῆσαι πρὸς τὸ ποιῆσαι. ὁμοίως δὲ καὶ ἐλευθέρῳ πρὸς ἐλεύθερον ἕξει. οὐ γὰρ δίκαιον, εἴ τις τὸν ὀφθαλμὸν ἐξέκοψεν τινός, ἀντεκκοπῆναι μόνον, ἀλλὰ πλείονα παθεῖν, ἀκολουθήσαντα τῇ ἀναλογίᾳ· καὶ γὰρ ἦρξε πρότερος καὶ ἠδίκησεν, ἀδικεῖ δὲ κατʼ ἀμφότερα, ὥστε ἀνάλογον καὶ τὰ ἀδικήματα, καὶ τὸ ἀντιπταθεῖν πλείω ὧν ἐποίησεν δίκαιον ἐστίν.