Ancient Greek · ~3 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.16
Not analysed yet
τοῦτο γὰρ μάλιστά ἐστιν ἐν ἰσότητι (κοινωνοὶ γὰρ οἱ πολῖταί τινες, καὶ ὅμοιοι βούλονται εἶναι τῇ φύσει, τῷ δὲ τρόπῳ ἕτεροι), τῷ δὲ υἱῷ πρὸς πατέρα καὶ οἰκέτῃ πρὸς δεσπότην οὐκ ἂν δόξειεν εἶναι δίκαιον οὐθέν. οὔτε γὰρ τῷ ποδὶ τῷ ἐμῷ πρὸς ἐμὲ οὔτε τῇ χειρί, ὁμοίως δὲ οὐδʼ ἑκάστῳ τῶν μορίων· ὡσαύτως ἂν οὖν δόξειεν ἔχειν καὶ ὁ υἱὸς πρὸς πατέρα· ὥσπερ γὰρ μέρος τί ἐστι τοῦ πατρὸς ὁ υἱός. πλὴν ὅταν ἤδη λάβῃ τὴν τοῦ ἀνδρὸς τάξιν καὶ χωρισθῇ ἀπʼ αὐτοῦ, τότʼ ἤδη ἐν ἰσότητι καὶ ὁμοιότητί ἐστιν τῷ πατρί· οἱ δὲ πολῖται τοιοῦτοί τινες ἐθέλουσιν εἶναι.