Ancient Greek · ~1 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.15
Not analysed yet
ἐπεὶ δὲ τὸ δίκαιον πολλαχῶς λέγεται, διοριστέον ἂν εἴη ὑπὲρ ποίου δικαίου ἐστὶν ἡ σκέψις. ἔστιν δὴ δίκαιόν τι, ὡς φασίν, οἰκέτῃ πρὸς δεσπότην καὶ υἱῷ πρὸς πατέρα. τὸ δʼ ἐν τούτοις δίκαιον ὁμωνύμως ἂν δόξειεν λέγεσθαι τῷ πολιτικῷ δικαίῳ (ἔστιν γὰρ 〈τὸ〉 δίκαιον, ὑπὲρ οὗ ἐστιν ἡ σκέψις, τὸ πολιτικὸν δίκαιον)·