Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.22
Not analysed yet
τὸ δ' ἄδικον καὶ τὸ ἀδίκημα δόξειεν ἂν εἶναι οὕτω ταὐτόν, οὐκ ἔστι δέ· τὸ μὲν γὰρ ἄδικόν ἐστιν τὸ νόμῳ ὡρισμένον, οἷον τὸ τὴν παρακαταθήκην ἀποστερῆσαι ἄδικον ἐστί, τὸ δʼ ἀδίκημά ἐστιν τὸ ἤδη ἀδίκως τι πρᾶξαι. ὁμοίως δὲ τὸ δίκαιον καὶ τὸ δικαιοπράγημα οὐ ταὐτόν· τὸ μὲν γὰρ δίκαιον τὸ τῷ νόμῳ ὡρισμένον, τὸ δὲ δικαιοπράγημα τὸ τὰ δίκαια πράττειν.