Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.23
Not analysed yet
—πότε οὖν τὸ δίκαιον, καὶ πότε οὖ; ὡς ἀπλῶς μὲν εἰπεῖν, ὅταν πράττῃ κατὰ προαίρεσιν καὶ ἑκουσίως (τὸ δὲ ἑκουσίως ὃ ἦν, εἴρηται ἐν τοῖς ἐπάνω ἡμῖν), καὶ ὅταν εἰδὼς καὶ ὃν καὶ ᾧ καὶ οὗ ἕνεκα, οὕτως δίκαιον πράττει. ὁμοίως καὶ ὡσαύτως καὶ ὁ ἄδικος ἔσται ὁ εἰδὼς καὶ ὃν καὶ καὶ οὗ ἕνεκα. ὅταν δὲ μηθὲν τούτων εἰδὼς πράξῃ τι ἄδικον, ἄδικος μὲν οὐκ ἔστιν, ἀτυχὴς δέ. εἰ γὰρ οἰόμενος τὸν πολέμιον ἀποκτείνειν τὸν πατέρα ἀπέκτεινεν, ἄδικον μέν τι ἔπραξεν, ἀδικεῖ μέντοι οὐθένα, ἀτυχεῖ δέ.