Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.29
Not analysed yet
ἔτι πάλιν οἱ τὸ ἔλαττον λαμβάνοντες καὶ ἀδικούμενοι, οὐκ ἴσον λαμβάνουσιν, οὗτοι καλλωπίζονται καὶ σεμνύνονται ἐπὶ τῶν τοιούτων, ὅτι φασὶν ῾῾ἐξόν μοι ἴσον λαμβάνειν οὐκ ἐλάμβανον, ἀλλὰ παρῆκα τῷ πρεσβυτέρῳ ἢ τῷ φίλῳʼ᾿. ἀδικούμενος δέ γε οὐδεὶς σεμνύνεται. εἰ δʼ ἐπὶ τοῖς ἀδικήμασι μὴ σεμνύνονται, ἐπὶ δὲ τούτοις σεμνύνονται, ὅλως οὐκ ἂν ἀδικοῖντο οὕτως ἐλατττούμενοι. εἰ δὲ μὴ ἀδικοῦνται, οὐδʼ ἂν ἑκόντες ἀδικοῖντο.