Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.30
Not analysed yet
—πρὸς δὲ ταῦτα καὶ τοῖς τοιούτοις λόγοις ὁ ἐπὶ τοῦ ἀκρατοῦς λόγος ἐναντιοῦται· ὁ γὰρ ἀκρατὴς βλάπτει αὐτὸς αὑτὸν τὰ φαῦλα πράττων, καὶ ἑκών γε ταῦτα πράττει, βλάπτει ἄρα αὐτὸς αὑτὸν εἰδώς, ὥστε ἑκὼν αὐτὸς ὑφʼ αὑτοῦ ἀδικεῖται. ἀλλʼ ἐνταῦθα [ὁ] διορισμὸς προστεθεὶς κωλύσει τὸν λόγον τοῦτον. ἔστιν δὲ ὁ διορισμὸς οὗτος, τὸ μηδένα βούλεσθαι ἀδικεῖσθαι. ὁ δέ γε ἀκρατὴς βουλόμενος πράττει τὰ κατὰ τὴν ἀκρασίαν, ὥστε αὐτὸς αὐτὸν ἀδικεῖ βούλεται ἄρα τὰ φαῦλα πράττειν αὑτῷ. ἀλλʼ οὐδεὶς βούλεται ἀδικεῖσθαι· ὥστʼ οὐδὲ ὁ ἀκρατὴς αὐτὸς αὑτὸν ἑκὼν 〈ἂν〉 ἀδικοίη.