Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.35
Not analysed yet
—εἰ δὲ μή, οὐ τό γε πολιτικὸν ἀδίκημα, ἀλλὰ τὸ οἰκονομικόν. ἡ γὰρ ψυχὴ εἰς πλείω μεμερισμένη ἔχει τι αὑτῆς τὸ μὲν χεῖρον τὸ δὲ βέλτιον, ὥστ᾿ εἴ τι ἐγγίνεται τῶν ἐν ψυχῇ ἀδίκημα, τῶν μερῶν ἐστι πρὸς. ἄλληλα· τὸ οἰκονομικὸν δὲ ἀδίκημα διειλόμεθα τῷ ἐπὶ τὸ χεῖρον καὶ βέλτιον· ὡς γίνεσθαι πρὸς αὑτὸν ἄδικον καὶ δίκαιον. οὐ τοῦτο δʼ ἡμεῖς ἐπισκοπούμεθα, ἀλλὰ τὸ πολιτικόν.