Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.34
Not analysed yet
—ἔτι εἴ τις λαμβάνοι ἐκ τῶν κατὰ μέρος ἀδικημάτων. ἀδικοῦσι γὰρ πάντες ἤτοι παρακαταθήκην ἀποστεροῦντες ἢ μοιχεύοντες ἢ κλέπτοντες τι ἄλλο τῶν κατὰ μέρος ἀδικημάτων ποιοῦντες· οὐδεὶς δὲ πώποτε αὐτὸς αὑτὸν παρακαταθήκην ἀπεστέρησεν, οὐδʼ ἐμοίχευσεν τὴν ἑαυτοῦ γυναῖκα, οὐδʼ ἔκλεψεν αὐτὸς τὰ ἑαυτοῦ ὥστε εἰ τὸ μὲν ἀδικεῖν ἐν τοῖς τοιούτοις ἐστίν, τούτων δὲ μηθὲν ἐνδέχεται πρὸς αὐτὸν ποιεῖν, οὐκ ἂν ἐνδέχοιτο αὑτὸν ἀδικεῖν.