Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 34
Aristotle, Magna Moralia 34.16
Not analysed yet
πότερον δʼ ἐστὶν ἡ φρόνησις καὶ ἡ σοφία ταὐτόν; ἢ οὔ; ἡ μὲν γὰρ σοφία ἐστὶν περὶ τὰ μετʼ ἀποδείξεως καὶ ἀεὶ ὡσαύτως ὄντα, ἡ δὲ φρόνησις οὐ περὶ ταῦτα, ἀλλὰ περὶ τὰ ἐν μεταβολ ὄντα. λέγω δὲ οἷον εὐθὺ μὲν ἢ καμπύλον καὶ κοῖλον καὶ τὰ τοιαῦτώ ἐστιν ἀεὶ τοιαῦτα, τὰ δὲ συμφέροντα οὐκέτι οὕτως ἔχουσιν τὸ μὴ εἰς ἄλλο τι μεταβάλλειν, ἀλλὰ μεταβάλλουσιν, καὶ νῦν μὲν συμφέρει τοῦτο, αὔριον δʼ οὔ, καὶ τῷ μέν, τῷ δʼ οὔ, καὶ οὕτω μὲν συμφέρει, ἐκείνως δὲ οὐ συμφέρει. περὶ δὲ τὰ συμφέροντά ἐστιν ἡ 1197b φρόνησις, ἡ δὲ σοφία οὔ. ἕτερον ἄρα ἡ σοφία καὶ ἡ φρόνησις.