Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 34
Aristotle, Magna Moralia 34.17
Not analysed yet
πότερον δʼ ἐστὶν ἡ σοφία ἀρετὴ ἢ οὔ; διὰ τοῦτο δῆλον ἂν γένοιτο, ὅτι ἐπτὶν ἀρετή, ἐξ αὐτῆς τῆς φρονήσεως. εἰ γὰρ ἡ φρόνησις ἀρετὴ ἐστίν, ὡς φαμέν, τοῦ μαρίου τοῦ ἑτέρου τῶν λόγον ἐχόντων, ἔστιν δὲ χείρων ἡ φρόνησις τῆς σοφίας (περὶ χείρω γὰρ ἐστίν· ἡ μὲν γὰρ σοφία περὶ τὸ ἀίδιον καὶ τὸ θεῖον, ὡς φαμέν, ἡ δὲ φρόνησις περὶ τὸ συμφέρον ἀνθρώπῳ), εἰ οὖντὸ χεῖρον ἀρετὴ ἐστί, τό γε βέλτιον εἰκός ἐστιν ἀρετὴν εἶναι, ὥστε δῆλον ὅτι ἡ σοφία ἀρετὴ ἐστίν.