Ancient Greek · ~4 min
6.10 to 6.13
Aristotle, Magna Moralia 6.10-13
Not analysed yet
—πότερον δʼ ἡ ἀκρασία καὶ ὁ ἀκρατὴς ἐν ἅπασίν ἐστιν καὶ περὶ πάντα, οἷον περ χρήματα καὶ τιμὴν καὶ ὀργὴν καὶ δόξαν (περὶ γὰρ ταῦτα πάντα δοκοῦσιν ἀκρατεῖς εἶναι), ἢ οὔ, ἀλλὰ περί τι ἀφωρισμένον ἐστὶν ἡ ἀκρασία, ἀπερήσειεν ἄν τις. τὰ μὲν οὖν τὴν ἀπορίαν παρέχοντα ταῦτʼ ἐστίν· ἀναγκαῖον δὲ λῦσαι τὰς ἀπορίας. πρῶτον μὲν οὖν τὴν ἐπὶ τῆς ἐπιστήμης· ἄτοπον γὰρ ἐδόκει εἶναι ἐπιστήμην ἔχοντα ταύτην ἀποβάλλειν ἢ μεταπίπτειν. ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης· οὐθὲν γὰρ διαφέρει δόξαν εἶναι ἐπιστήμην· εἰ γὰρ ἔσται ἡ δόξα σφοδρὰ τῷ βέβαιον εἶναι καὶ ἀμετάπειστον, οὐθὲν διοίσει τῆς ἐπιστήμης, δόξης ἐχούσης τὸ πιστεύειν οὕτως ἔχειν ὡς δοξάζουσιν, οἷον Ἡράκλειτος ὁ Ἐφέσιος τοιαύτην ἔχει δόξαν ὑπὲρ ὧν αὐτῷ ἐδόκει. οὐθὲν δὲ ἄτοπον τῷ ἀκρατεῖ, οὔτʼ εἰ ἐπιστήμην ἔχει οὔτʼ εἰ δόξαν οἵαν λέγομεν, πράττειν τι φαῦλον. ἔστι γὰρ τὸ ἐπίστασθαι διττόν, ὧν τὸ μέν ἐστι τὴν ἐπιστήμην ἔχειν (ἐπίστασθαι γάρ φαμεν τότε, ὅταν τις ἐπιστήμην ἔχῃ), τὸ δʼ ἕτερον τὸ ἐνεργεῖν ἤδη τῇ ἐπιστήμῃ. ἀκρατὴς οὖν ἐστιν ὁ ἔχων τὴν ἐπιστήμην τῶν καλῶν, οὐκ ἐνεργῶν δὲ αὐτῇ·