Ancient Greek · ~2 min
Β, Chapter 6
Aristotle, Magna Moralia 6.14
Not analysed yet
ὅταν οὖν μὴ ἐνεργῇ τῇ ἐπιστήμῃ ταύτῃ, οὐδὲν ἄτοπον αὐτόν ἐστιν πράττειν τὰ φαῦλα ἔχοντα τὴν ἐπιστήμην. ὅμοιον γάρ ἐστιν ὥσπερ ἐπὶ τῶν καθευδόντων. οὗτοι γὰρ ἔχοντες τὴν ἐπιστήμην ὅμως ἐν τῷ ὕπνῳ πολλὰ δυσχερῆ καὶ πράττουσι καὶ πάσχουσιν. οὐ γὰρ ἐνεργεῖ ἐν αὐτοῖς ἡ ἐπιστήμη. ὡσαύτως δʼ ἐπὶ τοῦ ἀκρατοῦς. ὥσπερ γὰρ καθεύδοντι ἔοικεν, καὶ τῇ ἐπιστήμῃ οὐκ ἐνεργεῖ.