Ancient Greek
Β, Chapter 6
Aristotle, Magna Moralia 6.15
Not analysed yet
λύεται δὴ ἀπορία οὕτως. ἠπορεῖτο γὰρ πότερον ὁ ἀκρατὴς ἐκβάλλει τότε τὴν ἐπιστήμην ἢ μεταπίπτει. ἄτοπον γὰρ ἀμφότερα δοκεῖ εἶναι. —ἀλλὰ πάλιν ἐντεῦθεν ἂν γένοιτο φανερόν, ὥσπερ ἔφαμεν ἐν τοῖς ἀναλυτικοῖς, ἐκ δύο προτάσεων γίνεσθαι τὸν συλλογισμόν, καὶ τούτων εἶναι τὴν μὲν πρώτην καθόλου, τὴν δὲ δευτέραν ὑπὸ ταύτην τε καὶ ἐπὶ μέρους. οἷον ἐπίσταμαι πάντʼ ἄνθρωπον πυρέττοντα ὑγιῆ ποιῆσαι· οὑτοσὶ δὲ πυρέττει· ἐπίσταμαι ἄρα καὶ τοῦτον ὑγιῆ ποιῆσαι. ἔστιν οὖν ὃ τῇ μὲν καθόλου ἐπιστήμῃ ἐπίσταμαι, τῇ δʼ ἐπὶ μέρους οὔ.