Ancient Greek · ~2 min
Β, Chapter 7
Aristotle, Magna Moralia 7.24
Not analysed yet
ἀλλὰ μὴν οὐκ ἔστιν γε μὴ λυπούμενον ἢ ἡδόμενον τὰ κατʼ ἀρετὴν πράττειν· τὸ δʼ ἀνὰ μέσον οὐκ ἔστιν. διὰ τί; ὅτι ἡ ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ ἀνὰ μέσον οὐκ ἔστιν· δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης ἢ ἡδονῆς. εἰ μὲν οὖν λυπούμενός τίς τὰ καλὰ πράττει, οὐ σπουδαῖος. ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης· μεθʼ ἡδονῆς ἄρα.