Ancient Greek · ~3 min
7.25 to 7.27
Aristotle, Magna Moralia 7.25-27
Not analysed yet
οὐ μόνον ἄρα οὐκ ἐμπόδιόν ἐστιν ἡ ἡδονή, ἀλλὰ καὶ προτρεπτικὸν πρὸς τὸ πράττειν, καὶ τὸ ὅλον δὲ οὐκ ἐνδέχεται ἄνευ ἡδονῆς εἶναι τῆς ἀπʼ αὐτῆς γινομένης. ἄλλος ἦν λόγος ὅτι οὐδεμία ποιεῖ ἐπιστήμη ἡδονήν. ἔστιν δὲ οὐδὲ τοῦτο ἀληθές. οἱ γὰρ δειπνοποιοὶ καὶ σττεφανοποιοὶ καὶ [οἰ] μυρεψοὶ ἡδονῆς εἰσιν ποιητικοί. [ἀλλὰ δὴ ταῖς ἄλλαις ἐπιστήμαις οὐκ ἔστιν ἡ ἡδονὴ ὡς τέλος, ἀλλὰ μεθʼ ἡδονῆς τε καὶ οὐκ ἄνευ ἡδονῆς.] ἔστιν οὖν καὶ ἐπιστήμη ποιητικὴ ἡδονῆς. ∗ἔτι δὲ καὶ ἄλλος ἐλέγετο, ὅτι οὐκ ἄριστον. ἀλλʼ οὕτως μὲν καὶ τῷ τοιούτῳ λόγῳ ἀναιρήσεις καὶ τὰς καθʼ ἕκαστα λεγομένας ἀρετάς. ἡ γὰρ ἀνδρεία οὐκ ἔστιν ἄριστον· ἆῤ οὖν διὰ τοῦτʼ οὐκ ἀγαθόν; ἢ τοῦτʼ ἄτοπον; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οὐδὲ ἡδονὴ διὰ τοῦτʼ οὐκ ἀγαθόν, ὅτι οὐκ ἄριστον.