Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 9
Aristotle, Magna Moralia 9.1
Not analysed yet
μετὰ τοίνυν τοῦτο. ἀναγκαῖόν ἐστιν ἴσως ῥηθῆναι τί τῇ μεσότητι ἀντίκειται, πότερον ἡ ὑπερβολὴ ἡ ἔνδεια. ἐνίαις μὲν γὰρ μεσότησιν ἔνδεια ἐναντίον, ἐνίαις δὲ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ᾿ δειλία ἔνδεια οὖσα, τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς οὐ δοκεῖ ἐναντίον εἶναι ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ᾿ ἡ ἀκολασία οὖσα ὑπερβολή.