Ancient Greek
9.2 to 9.3
Aristotle, Magna Moralia 9.2-3
Not analysed yet
ἔστι δ᾿ ἀμφότερα ἐναντία τῇ μεσότητι, καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔνδεια· ἡ γὰρ μεσότης τῆς μὲν ὑπερβολῆς ἐνδεέστερον, τῆς δ᾿ ἐνδείας ὑπερβάλλον. διὸ καὶ οἱ μὲν ἄσωτοι τοὺς ἐλευθερίους ἀνελευθέρους φασὶν εἶναι, οἱ δ᾿ ἀνελεύθεροι τοὺς ἐλευθερίους ἀσώτους, καὶ οἱ μὲν θρασεῖς καὶ προπετεῖς τοὺς ἀνδρείους καλοῦσι δειλούς, οἱ δὲ δειλοὶ τοὺς ἀνδρείους προπετεῖς καὶ μαινομένους. διὰ δὴ δύο αἰτίας δόζαιμεν ἂν ἀντιτιθέναι τῇ μεσότητι τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν. ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος σκοποῦσιν πότερον ἐγγύτερόν ἐστι τοῦ μέσου ἢ πορρώτερον, οἷον ἐλευθεριότητι πότερον ἀσωτία ἢ ἀνελευθερία πορρώτερον. μᾶλλον γὰρ ἂν δόξειεν ἐλευθεριότης ἡ ἀσωτία ἢ ἡ ἀνελευθερία· πορρώτερον ἄρα ἡ ἀνελευθερία.