Ancient Greek · ~20 min
Section 2
Aristotle, Physica (textus alter) 2.1
Not analysed yet
Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλʼ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἐστὶν ἅμα τῷ κινουμένῳ. ἅμα δὲ λέγω, διότι οὐθὲν αὐτῶν μεταξύ ἐστιν· τοῦτο γὰρ κοινὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν. ἐπεὶ δὲ τρεῖς εἰσὶν κινήσεις, ἥ τε κατὰ τόπον καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινούμενα τρία· ἡ μὲν οὖν κατὰ τόπον φορά, ἡ δὲ κατὰ τὸ ποιὸν ἀλλοίωσις, ἡ δὲ κατὰ τὸ ποσὸν αὔξησις καὶ φθίσις. πρῶτον μὲν οὖν ὑπὲρ τῆς φορᾶς εἴπωμεν· αὕτη γὰρ πρώτη τῶν κινήσεών ἐστιν. Ἅπαν δὴ τὸ φερόμενον ἤτοι αὐτὸ ὑφʼ αὐτοῦ κινεῖται ἢ ὑφʼ ἑτέρου. εἰ μὲν οὖν ὑφʼ αὐτοῦ, φανερὸν ὡς ἐν αὐτῷ τοῦ κινοῦντος ὑπάρχοντος ἅμα τὸ κινοῦν καὶ τὸ κινούμενον ἔσται, καὶ οὐθὲν αὐτῶν μεταξύ· τὸ δʼ ὐπ᾿ ἄλλου κινούμενον τετραχῶς κινεῖται· αἱ γὰρ ὑφʼ ἑτέρου κινήσεις τέτταρές εἰσιν, ὦσις |ἕλξις ὄχησις δίνησις. καὶ γὰρ τὰς ἄλλας πάσας εἰς ταύτας ἀνάγεσθαι συμβαίνει. τῆς μὲν οὖν ὤσεως τὸ μὲν ἔπωσις τὸ δὲ ἄπωσίς ἐστιν, ἔπωσις μὲν οὖν ἐστιν ὅταν τὸ κινοῦν τοῦ κινουμένου μὴ ἀπολείπηται, ἄπωσις δὲ ὅταν τὸ ἀπωθοῦν ἀπολείπηται. ἡ δὲ ὄχησις ἐν ταῖς τρισὶν ἔσται κινήσεσιν. τὸ μὲν γὰρ ὀχούμενον οὐ καθʼ αὐτὸ κινεῖται ἀλλὰ κατὰ συμβεβηκός (τῷ γὰρ |ἐν κινουμένῳ εἶναι ἢ ἐπὶ κινουμένου κινεῖται. τὸ δὲ ὀχοῦν κινεῖται ἢ ὠθού|μενον ἢ ἑλκόμενον ἢ δινούμενον. φανερὸν οὖν ὅτι ἡ ὄχησις ἐν ταῖς τρισὶν ἔσται κινήσεσιν. ἡ δʼ ἕλξις ὅταν ἤτοι πρὸς αὐτὸ ἢ πρὸς ἕτερον θάττων ᾖ |ἡ κίνησις ἡ τοῦ ἕλκοντος μὴ χωριζομένη τῆς τοῦ ἑλκομένου. καὶ γὰρ πρὸς αὐτό ἐστιν ἡ ἕλξις καὶ πρὸς ἕτερον. καὶ αἱ λοιπαὶ δὲ αὐ|ταὶ τῷ εἴδει εἰς ταῦτα ἀναχθήσονται, οἷον ἡ εἴσπνευσις καὶ ἡ ἔκπνευσις καὶ ἡ πτύσις καὶ ὅσαι τῶν σωμάτων ἢ ἐκκριτικαὶ ἢ ληπτικαίεἰσι, καὶ |ἡ σπάθησις δὴ καὶ ἡ κέρκισις· τὸ μὲν γὰρ αὐτῶν σύγκρισις τὸ δὲ διάκρι|σις. καὶ πᾶσα δὴ κίνησις ἡ κατὰ τόπον σύγκρισις καὶ διάκρισίς ἐστιν. ἡ |δὲ δίνησις σύγκειται ἐξ ἕλξεως καὶ ὤσεως. τὸ μὲν γὰρ ὠθεῖ τὸ κινοῦν, τὸ |δʼ ἕλκει. φανερὸν οὖν ὡς ἐπεὶ ἅμα τὸ ὠθοῦν καὶ τὸ ἕλκον τῷ ἑλκομένῳ |καὶ ὠθουμένῳ ἐστίν, οὐθὲν μεταξὺ τοῦ κινουμένου καὶ τοῦ κινοῦντός ἐστιν. |τοῦτο δὲ δῆλον καὶ ἐκ τῶν ὡρισμένων· ἡ μὲν γὰρ ὦσις ἢ ἀφʼ ἑαυτοῦ ἢ ἀπʼ ἄλλου πρὸς ἄλλο κίνησις, ἡ δʼ ἕλξις ἀπʼ ἄλλου πρὸς αὐτὸ ἢ πρὸς ἄλλο. ἔτι ἡ σύνωσις καὶ ἡ δίωσις. ἡ δὲ ῥῖψις ὅταν θάττων ἡ κίνησις γένηται τῆς κατὰ φύσιν τοῦ φερομένου σφοδροτέρας γενομένης τῆς ὤσεως, |καὶ μέχρι τούτου συμβαίνει φέρεσθαι μέχρι ἂν οὗ σφοδροτέρα ᾖ ἡ κίνησις τοῦ φερομένου· φανερὸν δὴ ὅτι τὸ κινούμενον καὶ τὸ κινοῦν ἅμα, καὶ οὐθὲν |αὐτῶν ἐστιν μεταξύ. ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος |οὐδέν ἐστιν μεταξύ. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς. ἐν ἅπασι γὰρ συμ|βαίνει ἅμα εἶναι τὸ ἀλλοιοῦν ἔσχατον καὶ τὸ πρῶτον ἀλλοιούμενον. τὸ γὰρ ποιὸν ἀλλοιοῦται τῷ αἰσθητὸν εἶναι, αἰσθητὰ δέ ἐστιν οἷς διαφέρουσιν |τὰ σώματα ἀλλήλων, οἷον βαρύτης κουφότης, σκληρότης μαλακότης, |ψόφος ἀψοφία, λευκότης μελανία, γλυκύτης πικρότης, ὑγρότης ξηρό|της, πυκνότης μανότης, καὶ τὰ μεταξὺ τούτων, ὁμοίως δὲ καὶ τὰ ἄλλα |τὰ ὑπὸ τὰς αἰσθήσεις, ὧν ἐστι καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης, καὶ ἡ |λειότης καὶ ἡ τραχύτης. ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος. |τούτοις γὰρ διαφέρουσι τὰ αἰσθητὰ τῶν σωμάτων ἢ κατὰ τὸ τούτων τι μᾶλλον καὶ ἧττον πάσχειν. θερμαινόμενα γὰρ ἢ ψυχόμενα |ἢ γλυκαινόμενα ἢ πικραινόμενα ἢ κατά τι ἄλλο τῶν προειρημέ|νων ὁμοίως τά τε ἔμψυχα τῶν σωμάτων καὶ τὰ ἄψυχα καὶ τῶν ἐμψύχων ὅσα τῶν μερῶν ἄψυχα. καὶ αὐταὶ δὲ αἱ αἰσθήσεις ἀλλοιοῦνται. πά|σχουσι γάρ· ἡ γὰρ ἐνέργεια αὐτῶν κίνησίς ἐστιν διὰ σώματος πασχούσης τι τῆς αἰσθήσεως. καθʼ ὅσα μὲν οὖν ἀλλοιοῦνται τὰ ἄψυχα, καὶ τὰ ἔμψυχα |κατὰ πάντα ταῦτα ἀλλοιοῦνται· καθʼ ὅσα δὲ τὰ ἔμψυχα ἀλλοι|οῦνται, κατὰ ταῦτα οὐκ ἀλλοιοῦνται τὰ ἄψυχα (κατὰ γὰρ τὰς αἰσθήσεις |οὐκ ἀλλοιοῦνται)· καὶ λανθάνει ἀλλοιούμενα τὰ ἄψυχα. οὐθὲν δὲ κωλύει |καὶ τὰ ἔμψυχα λανθάνειν ἀλλοιούμενα, ὅταν μὴ κατὰ τὰς αἰσθήσεις |συμβαίνῃ τὸ τῆς ἀλλοιώσεως αὐτοῖς. εἴπερ οὖν αἰσθητὰ μὲν τὰ πάθη, |διὰ δὲ τούτων ἡ ἀλλοίωσις, τούτοις γε φανερὸν ὅτι τὸ πάσχον καὶ τὸ |πάθος ἅμα, καὶ τούτων οὐθέν ἐστιν μεταξύ. τῷ μὲν γὰρ ὁ ἀὴρ συνεχής, τῷ |δʼ ἀέρι συνάπτει τὸ σῶμα· καὶ ἡ μὲν ἐπιφάνεια πρὸς τὸ φῶς, τὸ δὲ φῶς πρὸς τὴν ὄψιν. ὁμοίως δὲ καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις πρὸς τὸ κι|νοῦν αὐτὰς πρῶτον. τὸν αὐτὸν δὲ τρόπον ἅμα καὶ ἡ γεῦσις καὶ ὁ χυμός |ἐστιν . καὶ τὸ αὐξανόμενον δὲ καὶ τὸ αὖξον· πρόσθεσις γάρ τις ἡ αὔξησις, ὥσθʼ ἅμα τό |τʼ αὐξανόμενον καὶ τὸ αὖξον. καὶ ἡ φθίσις δέ· τὸ γὰρ τῆς φθίσεως αἴ|τιον ἀφαίρεσίς τις. φανερὸν δὴ ὡς τοῦ κινοῦντος ἐσχάτου καὶ τοῦ κινου|μένου πρώτου οὐθέν ἐστιν μεταξύ . |