Ancient Greek · ~18 min
Section 3
Aristotle, Physica (textus alter) 3.1
Not analysed yet
Ὅτι δὲ τὰ ἀλλοιούμενα ἀλλοιούνται πάντα ὑπὸ τῶν αἰσθητῶν, καὶ |μόνων τούτων ἔστιν ἀλλοίωσις ὅσα καθʼ αὐτὰ πάσχει ὑπὸ τούτων, |ἐκ τῶνδε θεωρήσωμεν. τῶν γὰρ ἄλλων μάλιστα τοῖς |σχήμασι καὶ ταῖς μορφαῖς καὶ ταῖς ἕξεσι καὶ ταῖς τούτων ἀποβολαῖς καὶ λήψεσιν δοκεῖ ὑπάρχειν τὸ τῆς ἀλλοιώσεως, |οὐκ ἔστιν δὲ οὐδʼ ἐν τούτοις, ἀλλὰ γίγνεται ἀλλοιουμένων τινῶν ταῦτα (πυκνουμένης γὰρ ἢ μανουμένης ἢ θερμαινομένης ἢ ψυχομένης τῆς |ὕλης), ἀλλοίωσις δὲ οὐκ ἔστιν. ἐξ οὗ μὲν γὰρ ἡ μορφὴ τοῦ ἀνδριάντος, οὐ λέ|γομεν τὴν μορφήν, οὐδʼ ἐξ οὗ τὸ σχῆμα τῆς πυραμίδος ἢ τῆς κλίνης, ἀλλὰ |παρωνυμιάζοντες τὸ μὲν χαλκοῦν τὸ δὲ κήρινον τὸ δὲ ξύλινον· τὸ δʼ ἀλ|λοιούμενον λέγομεν· τὸν γὰρ χαλκὸν ὑγρὸν εἶναι λέγομεν ἢ θερμὸν ἢ σκλη|ρόν (καὶ οὐ μόνον οὕτως, ἀλλὰ καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν χαλκόν), |ὁμωνύμως λέγοντες τῷ πάθει τὴν ὕλην. ἐπεὶ οὖν ἐξ οὗ μὲν ἡ μορφὴ καὶ |τὸ σχῆμα καὶ τὸ γεγονὸς ὁμωνύμως οὐ λέγεται τοῖς ἐξ ἐκείνου σχήμασιν, |τὸ δʼ ἀλλοιούμενον τοῖς πάθεσιν ὁμωνύμως λέγεται, φανερὸν ὡς ἐν μόνοις τοῖς αἰσθητοῖς ἡ ἀλλοίωσις. ἔτι καὶ ἄλλως ἄτοπον. τὸ γὰρ λέγειν τὸν |ἄνθρωπον ἠλλοιῶσθαι ἢ τὴν οἰκίαν λαβοῦσαν τέλος γελοῖον, εἰ τὴν τελείω|σιν τῆς οἰκίας, τὸν θριγκὸν ἢ τὴν κεραμίδα, φήσομεν ἀλλοίωσιν εἶναι, ⟨ἢ⟩ θριγ|κουμένης τῆς οἰκίας ἢ κεραμιδουμένης ἀλλοιοῦσθαι τὴν οἰκίαν. δῆλον δὴ ὅτι τὸ τῆς ἀλλοιώσεως οὐκ ἔστιν ἐν τοῖς γιγνομένοις. οὐδὲ γὰρ ἐν ταῖς ἕξε|σιν. αἱ γὰρ ἕξεις ἀρεταὶ καὶ κακίαι, ἀρετὴ δὲ πᾶσα καὶ κακία τῶν |πρός τι, καθάπερ ἡ μὲν ὑγίεια θερμῶν καὶ ψυχρῶν συμμετρία τις, τῶν |ἐντὸς ἢ πρὸς τὸ περιέχον. ὁμοίως δὲ καὶ τὸ κάλλος καὶ ἡ ἰσχὺς τῶν |πρός τι. διαθέσεις γάρ τινες τοῦ βελτίστου πρὸς τὸ ἄριστον, λέγω δὲ τὸ |βέλτιστον τὸ σῶζον καὶ διατιθὲν περὶ τὴν φύσιν. ἐπεὶ οὖν αἱ μὲν ἀρεταὶ |καὶ αἱ κακίαι τῶν πρός τι, ταῦτα δὲ οὔτε γενέσεις εἰσὶν οὔτε γένεσις αὐ|τῶν οὐδʼ ὅλως ἀλλοίωσις, φανερὸν ὡς οὐκ ἔστιν ὅλως τὸ τῆς ἀλλοιώσεως |περὶ τὰς ἕξεις. οὐδὲ δὴ περὶ τὰς τῆς ψυχῆς ἀρετὰς καὶ κακίας. ἡ μὲν |γὰρ ἀρετὴ τελείωσίς τις (ἕκαστον γὰρ τότε μάλιστα τέλειόν ἐστιν, ὅταν |τύχῃ τῆς οἰκείας ἀρετῆς, καὶ μάλιστα κατὰ φύσιν, καθάπερ ὁ κύκλος |τότε μάλιστα κατὰ φύσιν ἐστίν, ὅταν μάλιστα κύκλος ᾖ), ἡ δὲ κακία φθορὰ τούτων καὶ ἔκστασις. γίγνεται μὲν οὖν ἀλλοιουμένου τινὸς καὶ ἡ λῆψις |τῆς ἀρετῆς καὶ ἡ τῆς κακίας ἀποβολή, ἀλλοίωσις μέντοι τούτων οὐδέτερον. |ὅτι δʼ ἀλλοιοῦταί τι, δῆλον. ἡ μὲν γὰρ ἀρετὴ τοι ἀπάθειά τις ἢ παθη|τικὸν ὡδί, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντία πάθησις τῇ ἀρετῇ. καὶ τὸ |ὅλον τὴν ἠθικὴν ἀρετὴν ἐν ἡδοναῖς καὶ λύπαις εἶναι συμβέβηκεν· γὰρ κατʼ ἐνέργειαν τὸ τῆς ἡδονῆς διὰ μνήμην ἢ ἀπὸ τῆς ἐλπίδος. εἰ μὲν οὖν |κατʼ ἐνέργειαν, αἴσθησις τὸ αἴτιον, εἰ δὲ διὰ μνήμην ἢ διʼ ἐλπίδα, ἀπὸ ταύτης· ἢ γὰρ οἶα ἐπάθομεν μεμνημένοις τὸ τῆς ἡδονῆς ἢ οἷα πεισόμεθα |ἐλπίζουσιν. ἀλλὰ μὴν οὐδ’ ⟨ἐν⟩ τῷ διανοητικῷ μέρει τῆς ψυχῆς ἀλλοίωσις. |τὸ γὰρ ἐπιστῆμον μάλιστα τῶν πρός τι λέγεται. τοῦτο δὲ δῆλον· κατʼ οὐδε|μίαν γὰρ δύναμιν κινηθεῖσιν ἐγγίγνεται τὸ τῆς ἐπιστήμης, ἀλλʼ ὑπάρξαντός |τινος· ἐκ γὰρ τῆς κατὰ μέρος ἐμπειρίας τὴν καθόλου λαμβάνομεν ἐπιστή|μην. οὐδὲ δὴ ἡ ἐνέργεια γένεσις, εἰ μή τις καὶ τὴν ἀνάβλεψιν καὶ τὴν |ἁφὴν γενέσεις φησίν· τοιοῦτον γὰρ ἡ ἐνέργεια. ἡ δὲ ἐξ ἀρχῆς λῆψις τῆς |ἐπιστήμης οὐκ ἔστι γένεσις οὐδʼ ἀλλοίωσις· τῷ γὰρ ἠρεμίζεσθαι καὶ καθ|ίστασθαι τὴν ψυχὴν ἐπιστήμων γίγνεται καὶ φρόνιμος. καθάπερ οὖν οὐδʼ ὅταν |καθεύδων ἐγερθῇ τις ἢ μεθύων παύσηται ἢ νοσῶν καταστῇ, γέγονεν ἐπι|στήμων· καίτοι πρότερον οὐκ ἐδύνατο χρῆσθαι καὶ κατὰ τὴν ἐπιστήμην ἐνερ|γεῖν, εἶτα ἀπαλλαγείσης τῆς ταραχῆς καὶ εἰς ἠρεμίαν καὶ κατάστασιν ἐλθούσης τῆς |διανοίας ὑπῆρξεν ἡ δύναμις ἡ πρὸς τὴν τῆς ἐπιστήμης χρείαν. τοιοῦτο δή |τι γίγνεται καὶ τὸ ἐξ ἀρχῆς ἐν τῇ τῆς ἐπιστήμης ὑπαρχῇ· τῆς γὰρ ταρα|χῆς ἠρεμία τις καὶ κατάστασις. οὐδὲ δὴ τὰ παιδία δύναται μαθεῖν οὐδὲ |κρίνειν ταῖς αἰσθήσεσιν ὁμοίως τοῖς πρεσβυτέροις. πολλὴ γὰρ ἡ ταραχὴ περὶ ταῦτα καὶ ἡ κίνησις. καθίσταται δὲ καὶ παύεται τῆς ταραχῆς τοτὲ |μὲν ὑπὸ τῆς φύσεως τοτὲ δʼ ὑπʼ ἄλλων. ἐν ἀμφοτέροις δὲ τούτοις ἀλ|λοιοῦσθαί τι συμβαίνει, καθάπερ ὅταν ἐγερθῇ καὶ γένηται νήφων πρὸς τὴν ἐνέργειαν. φανερὸν οὖν ὅτι τὸ τῆς ἀλλοιώσεως ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τῷ αἰσθητικῷ μέρει τῆς ψυχῆς, ἐν ἄλλῳ δʼ οὐθενὶ πλὴν κατὰ συμβεβηκός.