Ancient Greek
Section frag_3
Aristotle, Res Publica Atheniensium 3.Lexicon Patm. p. 152 Sakkel. s.v. γεννήτῃ:
Not analysed yet
πάλαι τὸ τῶν Ἀθηναίων πλῆθος, πρὶν ἢ Κλεισθένη διοικήσασθαι τὰ περὶ τὰς φυλάς, διῃρεῖτο εἰς γεωργοὺς καὶ δημιουργούς. καὶ φυλαὶ τούτων ἦσαν δ, τῶν δὲ φυλῶν ἑκάστη μοίρας εἶχε γ, ἃς φατρίας καὶ τριττύας ἐκάλουν. τούτων δ' ἑκάστη συνειστήκει ἐκ τριάκοντα γενῶν, καὶ γένος ἕκαστον ἄνδρας εἶχε τριάκοντα τοὺς εἰς τὰ γένη τεταγμένους, οἵτινες γεννῆται ἐκαλοῦντο, ‹ἐξ› ὧν ‹αἱ› ἱερωσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο, οἷον Εὐμολπίδαι καὶ Κήρυκες καὶ Ἐτοβουτάδαι, ὡς ἱστορεῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ Ἀριστοτέλης λέγων οὕτως. φυλὰς δὲ αὐτῶν συννενεμῆσθαι δ, ἀπομιμησαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὥρας, ἑκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυλῶν, ὅπως γίνηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν, καλεῖσθαι δὲ αὐτὰ τριττῦς καὶ φρατρίας· εἰς δὲ τὴν φρατρίαν τριάκοντα γένη διακεκοσμῆσθαι, καθάπερ αἱ ἡμέραι εἰς τὸν μῆνα, τὸ δὲ γένος εἶναι τριάκοντα ἀνδρῶν. Cf. Harp. et Suid. s. v. γεννῆται.