Ancient Greek
Section frag_3
Aristotle, Res Publica Atheniensium 3.Schol. in Plat. Axioch. 371 D (cf. Moeris att. p. 193. 16) s.v. γεννήτῃ:
Not analysed yet
Ἀριστοτέλης φησὶ τοῦ ὅλου τλήθους διῃρημένου Ἀθήνησιν εἴς τε τοὺς γεωργοὺς καὶ τοὺς δημιουργοὺς φυλὰς αὐτῶν εἶναι τέσσαρας, τῶν δὲ φυλῶν ἑκάστης μοίρας εἶναι τρεῖς, ἃς τριττύας τε καλοῦσι καὶ φρατρίας, ἑκάστης δὲ τούτων τριάκοντα εἶναι γένη, τὸ δὲ γένος ἐκ τριάκοντα ἕκαστον ἀνδρῶν συνεστάναι. τούτους δὴ τοὺς εἰς τὰ γένη τεταγμένους γεννήτας καλοῦσσι.