Ancient Greek
51.1 to 51.2
Aristotle, Res Publica Atheniensium 51.1-2
Not analysed yet
κληροῦνται δὲ καὶ ἀγορανόμοι ι ,πέντε μὲν εἰς Πειραιέα, ε δʼ εἰς ἄστυ. τούτοις δὲ ὑπὸ τῶν νόμων προστέτακται τῶν ὠνίων ἐπιμελεῖσθαι πάντων, ὅπως καθαρὰ καὶ ἀκίβδηλα πωλήσεται. κληροῦνται δὲ καὶ μετρονόμοι ι ,πέντε μὲν εἰς ἄστυ, ε δὲ εἰς Πειραιέα. καὶ οὗτοι τῶν μέτρων καὶ τῶν σταθμῶν ἐπιμελοῦνται πάντων, ὅπως οἱ πωλοῦντες χρήσονται δικαίοις.