Ancient Greek · ~2 min
Section 51
Aristotle, Res Publica Atheniensium 51.3
Not analysed yet
ἦσαν δὲ καὶ σιτοφύλακες κληρωτοὶ ι ,πέντε μὲν εἰς Πειραιέα, πέντε δʼ εἰς ἄστυ, νῦν δʼ εἴκοσι μὲν εἰς ἄστυ, πεντεκαίδεκα δʼ εἰς Πειραιέα. οὗτοι δʼ ἐπιμελοῦνται, πρῶτον μὲν ὅπως ὁ ἐν ἀγορᾷ σῖτος ἀργὸς ὤνιος ἔσται δικαίως, ἔπειθʼ ὅπως οἵ τε μυλωθροὶ πρὸς τὰς τιμὰς τῶν κριθῶν τὰ ἄλφιτα πωλήσουσιν, καὶ οἱ ἀρτοπῶλαι πρὸς τὰς τιμὰς τῶν πυρῶν τοὺς ἄρτους, καὶ τὸν σταθμὸν ἄγοντας ὅσον ἂν οὗτοι τάξωσιν. ὁ γὰρ νόμος τούτους κελεύει τάττειν.