Ancient Greek
Section 55
Aristotle, Res Publica Atheniensium 55.2
Not analysed yet
δοκιμάζονται δʼ οὗτοι πρῶτον μὲν ἐν τῇ βουλῇ τοῖς φ, πλὴν τοῦ γραμματέως, οὗτος δʼ ἐν δικαστηρίῳ μόνον ὥσπερ οἱ ἄλλοι ἄρχοντες ʽπάντες γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ δοκιμασθέντες ἄρχουσιν̓, οἱ δʼ ἐννέα ἄρχοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν ἐν δικαστηρίῳ. καὶ πρότερον μὲν οὐκ ἦρχεν ὅντινʼ ἀποδοκιμάσειεν ἡ βουλή, νῦν δʼ ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον, καὶ τοῦτο κύριόν ἐστι τῆς δοκιμασίας.