Ancient Greek · ~2 min
Section 55
Aristotle, Res Publica Atheniensium 55.3
Not analysed yet
ἐπερωτῶσιν δʼ, ὅταν δοκιμάζωσιν, πρῶτον μὲν "3τίς ι σοι πατὴρ καὶ πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήρ, καὶ τίς μήτηρ, καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων"3; μετὰ δὲ ταῦτα εἰ ἔστιν αὐτῷ Ἀπόλλων Πατρῷος καὶ Ζεὺς Ἑρκεῖος, καὶ ποῦ ταῦτα τὰ ἱερά ἐστιν, εἶτα ἠρία εἰ ἔστιν καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ, καὶ τὰ τέλη εἰ τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται. ταῦτα δʼ ἀνερωτήσας, "3κάλει" 3 φησὶν "3τούτων τοὺς μάρτυρασ" 3.