Ancient Greek
Section 61
Aristotle, Res Publica Atheniensium 61.1
Not analysed yet
χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἀρχὰς ἁπάσας, στρατηγοὺς δέκα, πρότερον μὲν ἀφʼ ἑκάστης φυλῆς ἕνα, νῦν δʼ ἐξ ἁπάντων· καὶ τούτους διατάττουσι τῇ χειροτονίᾳ, ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ὃς ἡγεῖται τῶν ὁπλιτῶν, ἂν ἐξίωσι, ἕνα δʼ ἐπὶ τὴν χώραν, ὃς φυλάττει, κἂν πόλεμος ἐν τῇ χώρᾳ γίγνηται, πολεμεῖ οὗτος. δύο δʼ ἐπὶ τὸν Πειραιέα, τὸν μὲν εἰς τὴν Μουνιχίαν, τὸν δʼ εἰς τὴν Ἀκτήν, οἳ τῆς φυλακῆς ἐπιμελοῦνται καὶ τῶν ἐν Πειραιεῖ· ἕνα δʼ ἐπὶ τὰς συμμορίας, ὃς τούς τε τριηράρχους καταλέγει, καὶ τὰς ἀντιδόσεις αὐτοῖς ποιεῖ, καὶ τὰς διαδικασίας αὐτοῖς εἰσάγει· τοὺς δʼ ἄλλους πρὸς τὰ παρόντα πράγματα ἐκπέμπουσιν.