Ancient Greek
61.2 to 61.7
Aristotle, Res Publica Atheniensium 61.2-7
Not analysed yet
ἐπιχειροτονία δʼ αὐτῶν ἐστι κατὰ τὴν πρυτανείαν ἑκάστην, εἰ δοκοῦσιν καλῶς ἄρχειν· κἄν τινα ἀποχειροτονήσωσιν, κρίνουσιν ἐν τῷ δικαστηρίῳ, κἂν μὲν ἁλῷ, τιμῶσιν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἂν δʼ ἀποφύγῃ, πάλιν ἄρχει. κύριοι δέ εἰσιν ὅταν ἡγῶνται καὶ δῆσαι τὸν ἀτακτοῦντα καὶ ἐκκηρῦξαι καὶ ἐπιβολὴν ἐπιβάλλειν· οὐκ εἰώθασι δὲ ἐπιβάλλειν. χειροτονοῦσι δὲ καὶ ταξιάρχους δέκα, ἕνα τῆς φυλῆς ἑκάστης· οὗτος δʼ ἡγεῖται τῶν φυλετῶν καὶ λοχαγοὺς καθίστησιν. χειροτονοῦσι δὲ καὶ ἱππάρχους δύο ἐξ ἁπάντων· οὗτοι δʼ ἡγοῦνται τῶν ἱππέων, διελόμενοι τὰς φυλὰς ε ἑκάτερος· κύριοι δὲ τῶν αὐτῶν εἰσιν ὧνπερ οἱ στρατηγοὶ κατὰ τῶν ὁπλιτῶν. ἐπιχειροτονία δὲ γίγνεται καὶ τούτων. χειροτονοῦσι δὲ καὶ φυλάρχους ι ,ἕνα τῆς φυλῆς, τὸν ἡγησόμενον τῶν ἱππέων ὥσπερ οἱ ταξίαρχοι τῶν ὁπλιτῶν. χειροτονοῦσι δὲ καὶ εἰς Λῆμνον ἵππαρχον, ὃς ἐπιμελεῖται τῶν ἱππέων τῶν ἐν Λήμνῳ. χειροτονοῦσι δὲ καὶ ταμίαν τῆς Παράλου καὶ νῦν τῆς τοῦ Ἄμμωνος.