Ancient Greek
Section 62
Aristotle, Res Publica Atheniensium 62.1
Not analysed yet
αἱ δὲ κληρωταὶ ἀρχαὶ πρότερον μὲν ἦσαν αἱ μὲν μετʼ ἐννέα ἀρχόντων ἐκ τῆς φυλῆς ὅλης κληρούμεναι, αἱ δʼ ἐν Θησείῳ κληρούμεναι διῃροῦντο εἰς τοὺς δήμους· ἐπειδὴ δʼ ἐπώλουν οἱ δῆμοι, καὶ ταύτας ἐκ τῆς φυλῆς ὅλης κληροῦσι, πλὴν βουλευτῶν καὶ φρουρῶν· τούτους δʼ εἰς τοὺς δήμους ἀποδιδόασι.