Ancient Greek
Section 64
Aristotle, Res Publica Atheniensium 64.1
Not analysed yet
τὰ δὲ κιβώτια τὰ δέκα κεῖται ἐν τ̣ῷ ἔμπροσθεν τ̣ῆς εἰσόδου καθʼ ἑκάστην τὴν φυλήν. ἐπιγέγραπται δʼ ἐπʼ αὐτῶν τὰ στ̣ο̣ιχεῖα μέχρι τοῦ κ. ἐπειδὰν δʼ ἐμβάλωσιν οἱ δικασταὶ τὰ πινάκια εἰς τὸ κιβώτιον, ἐφʼ οὗ ἂν ᾖ ἐπιγεγραμμένον τὸ γράμμα τὸ αὐτὸ ὅπερ ἐπὶ τῷ πινακίῳ ἐστὶν αὐτῷ τῶν στοιχείων, διασείσαντος τοῦ ὑπηρέτου ἕλκει ὁ θεσμοθέτης ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν.