Ancient Greek
64.2 to 64.3
Aristotle, Res Publica Atheniensium 64.2-3
Not analysed yet
οὗτος δὲ καλεῖται ἐμπήκτης, καὶ ἐμπήγνυσι τὰ πινάκια τὰ ἐκ τοῦ κιβωτίου εἰς τὴν κανονίδα, ἐφʼ ἧς τὸ αὐτὸ γράμμα ἔπεστιν ὅπερ ἐπὶ τοῦ κιβωτίου. κ̣ληροῦται δʼ οὗτος, ἵνα μὴ ἀεὶ ὁ αὐτὸς ἐμπηγνύων κακουργῇ. εἰσὶ δὲ κανονίδες πέντε ἐν ἑκάστῳ τῶν κληρωτηρίων. ὅταν δὲ ἐμβάλῃ τοὺς κύβους, ὁ ἄρχων τὴν φυλὴν κληροῖ κατὰ κληρωτήριον. εἰσὶ δὲ κύβοι χα̣λκοῖ, μέλανες καὶ λευκοί. ὅσους δʼ ἂν δέῃ λαχεῖν δικαστάς, τοσοῦτοι ἐμβάλλονται λευκοί, κατὰ πέντε πινάκια εἷς, οἱ δὲ μέλανες τὸν αὐτὸν τρόπον. ἐπειδὰν δʼ ἐξαιρῇ τοὺς κύβους, καλεῖ τοὺς εἰληχότας ὁ κήρυξ. ὑπάρχει δὲ καὶ ὁ ἐμπήκτης εἰς τὸν ἀριθμόν.