Ancient Greek
Section 66
Aristotle, Res Publica Atheniensium 66.1
Not analysed yet
ἐπειδὰν δὲ πάντα πλήρη ᾖ τὰ δικαστήρια, τίθεται ἐν τῷ πρώτῳ τῶν δικαστηρίων β κληρωτήρια καὶ κύβοι χαλκοῖ, ἐν οἷς ἐπιγέγραπται τὰ χρώματα τῶν δικαστηρίων, καὶ ἕτεροι κύβοι, ἐν οἷς ἐστιν τῶν ἀρχῶν τὰ ὀνόματα ἐπιγεγραμμένα. λαχόντες δὲ τῶν θεσμοθετῶν δύο χωρὶς ἑκατέρων τοὺς κύβους ἐμβάλλουσιν, ὁ μὲν τὰ χρώματα εἰς τὸ ἓν κληρωτήριον, ὁ δὲ τῶν ἀρχῶν τὰ ὀνόματα εἰς τὸ ἕτερον. ἣ δʼ ἂν πρώτη λάχῃ τῶν ἀρχῶν, αὕ̣τ̣η ἀναγορεύεται ὑπὸ τοῦ κήρυκος ὅτι χρήσεται τῷ πρώτῳ λα̣χόντι δικαστηρίῳ, ἡ δὲ δευτέρα τῷ δευτέρῳ, καὶ ὡσαύτως τοῖς ἄλλοις, ἵνα μηδεμία προειδῇ τίνι αὐτῶν χρήσεται, ἀλλʼ οἷον ἂν λάχῃ ἑκάστη, τούτῳ χρήσηται.