Ancient Greek · ~2 min
Section 66
Aristotle, Res Publica Atheniensium 66.2
Not analysed yet
ἐπει̣δὰν δʼ ἔλθωσιν καὶ νενεμημένοι ἐφʼ ἕκαστον ὦσιν οἱ δικασταί, ἡ ἀρχὴ ἡ ἐφεστηκυῖα ἐν τῷ δικαστηρίῳ ἑκάστῳ ἕλκει ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν, ἵνα γένωνται δέκα, εἷς ἐξ ἑκάστης τῆς φυλῆς, καὶ ταῦτα τὰ πινάκι̣α εἰς ἕτερον κενὸν κιβώτιον ἐμβάλλει· καὶ τούτων ε τοὺς πρώτους διακληροῖ, ἕνα μὲν ἐπὶ τὸ ὕδωρ, τέτταρας δὲ ἄλλους ἐπὶ τὰς ψήφ̣ους, ἵνα μηδεὶς παρασκευάζηι μήτε τὸν ἐπὶ τὸ ὕδωρ μήτε τοὺς ἐπὶ τὰς ψήφους, μηδὲ γίγνηται περὶ ταῦτα κακούργημα μηδέν.