Ancient Greek · ~1 min
Section 66
Aristotle, Res Publica Atheniensium 66.3
Not analysed yet
οἱ δὲ ἀπολαχόντες πέντε παρὰ τούτων ἀπολαμβάνουσι τὸ πρόγραμμα, καθʼ ὅτι τὸν μισθὸν λήψονται καὶ ὅπου ἕκασται αἱ φυλαὶ ἐν αὐτῷ τῷ δικαστηρίῳ, ἐπειδὰν δικάσωσιν, ὅπως, δ̣ιαστά̣ν̣τες ἕκαστοι, κατʼ ὀλίγους λάβωσι καὶ μὴ πολλοὶ εἰς ταὐτὸ συνκλεισθέντες ἀλλήλοις ἐνοχλῶσιν.