Ancient Greek
Chapter 111
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 111.1
Not analysed yet
Ἐν τῇ ἄκρᾳ τῆς Σικελίας τῇ καλουμένῃ Πελωριάδι τοσοῦτον γίνεσθαι κρόκον, ὥστε παρὰ τισὶ μὲν τῶν ἐν ἐκείνοις τοῖς τόποις κατοικούντων μὴ γνωρίζεσθαι Ἑλλήνων ποῖόν τί ἐστι τὸ ἄνθος, ἐπὶ δὲ τῆς Πελωριάδος ἁμάξας κατακομίζειν μεγάλας τοὺς βουλομένους, καὶ κατὰ τὴν ἐαρινὴν ὥραν τὰς στρωμνὰς καὶ τὰς σκηνὰς ἐκ κρόκου κατασκευάζειν.