Ancient Greek · ~2 min
Chapter 112
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 112.1
Not analysed yet
Φησὶν εἶναι ὁ Πολύκριτος ὁ τὰ Σικελικὰ γεγραφὼς ἐν ἔπεσιν ἔν τινι τόπῳ τῆς μεσογείου λιμνίον τι ἔχον ὅσον ἀσπίδος τὸ περίμετρον, τοῦτο δ᾽ ἔχει ὕδωρ διαυγὲς μὲν μικρῷ δὲ θολερώτερον. Εἰς τοῦτ᾽ οὖν ἐάν τις εἰσβῇ λούσασθαι χρείαν ἔχων, αὔξεται εἰς εὖρος, ἐὰν δὲ καὶ δεύτερον, μᾶλλον πλατύνεται· τὸ δὲ πέρας ἕως εἰς πεντήκοντα ἀνδρῶν ὑποδοχὴν μεῖζον γενόμενον διευρύνεται.