Ancient Greek · ~1 min
Chapter 112
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 112.2
Not analysed yet
Ἐπειδὰν δὲ τοῦτον τὸν ἀριθμὸν λάβῃ, ἐκ βάθους πάλιν ἀνοιδοῦν ἐκβάλλειν μετέωρα τὰ σώματα τῶν λουομένων ἔξω ἐπὶ τὸ ἔδαφος· ὡς δ᾽ ἂν τοῦτο γένηται, εἰς τὸ ἀρχαῖον πάλιν σχῆμα τῆς περιμέτρου καθίσταται. Οὐ μόνον δ᾽ ἐπὶ ἀνθρώπων τοῦτο περὶ αὐτὸ γίνεται, ἀλλὰ καὶ ἐάν τι τετράπουν εἰσβῇ, τὸ αὐτὸ πάσχει.